ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται; τίς δ’ οὐ τὰ ἐναντία μεμίσηκεν, ὀλιγοδεΐαν, ἐγκράτειαν, αὐστηρὸν καὶ ἐπιστημονικὸν βίον, γέλωτος καὶ παιδιᾶς ἀμέτοχον, συννοίας καὶ p. 480 M. φροντίδων καὶ πόνων μεστόν, φίλον τοῦ θεωρεῖν, ἀμαθίας ἐχθρόν, χρημάτων μὲν καὶ δόξης καὶ ἡδονῶν κρείττω, ἥττω δὲ σωφροσύνης καὶ εὐκλείας καὶ βλέποντος οὐ τυφλοῦ πλούτου;
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.