ἔχοντος, ἐπειδὴ τροφῆς πεττομένης συγκραταιοῦν ἑκάτερον ἀγγεῖόν ἐστιν, ὁ μὲν τῆς διὰ σιτίων φθαρτῶν, ἡ δὲ τῆς δι’ ἀφθάρτων ἀρετῶν. αἱ δὲ λαμπάδες τοῦ πυρὸς αἱ δᾳδουχούμεναι τοῦ δᾳδούχου θεοῦ κρίσις εἰσίν, αἱ λαμπραὶ καὶ διαυγεῖς, αἷς ἔθος μέσον τῶν διχοτομημάτων, λέγω δὲ τῶν ἐναντιοτήτων, ἐξ ὧν ἅπας ὁ κόσμος συνέστηκε, διάγειν.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.