ἐπικρατούντων ταῖς πιθανότησιν, οὓς Ἀμορραίους ἀνακαλεῖ, περιφανεστάτην καὶ ἄσκιον αὐγὴν ἰδεῖν οὐ δυνάμεθα· κλιβάνου δ’ εἱλικρινὲς πῦρ οὐκ ἔχοντος, ἀλλ’ ὡς αὐτὸς ἔφη (Gen. 15,17) καπνιζομένου τρόπον διακείμεθα, σπινθῆρσι μὲν τῆς ἐπιστήμης ὑποτυφόμενοι, μήπω δὲ καθαρῷ πυρὶ δοκιμασθῆναι καὶ κραταιωθῆναι δυνάμενοι.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.