κακοῖς ἄρχεται συζῆν, ἅ τε ἐξ ἑαυτῆς εἴωθε γεννᾶν ψυχὴ καὶ ὅσα παρὰ τῶν ἄλλων ἀσμένη δέχεται. διδάσκαλοί τε γὰρ ἁμαρτημάτων μυρίοι, τίτθαι καὶ παιδαγωγοὶ καὶ γονεῖς καὶ οἱ κατὰ πόλεις γεγραμμένοι καὶ ἄγραφοι νόμοι θαυμάζοντες ἃ χρὴ γελᾶσθαι, καὶ ἄνευ τῶν διδαξόντων αὐτομαθής ἐστιν αὐτὴ πρὸς τὰ ὑπαίτια, ὡς ὑπ’ εὐφορίας
ἀεὶ κακῶν βρίθειν.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.