τέλος, θεωρίαν τῶν τῆς φύσεως πραγμάτων, λέγοιντ’ ἂν εἶναι φίλοι, ᾗ δ’ οὐχ ὁμογνωμονοῦσιν ἐν ταῖς κατὰ μέρος ζητήσεσιν, ἐμφυλίῳ στάσει χρῆσθαι, ὥσπερ οἱ ἀγένητον εἶναι λέγοντες τὸ πᾶν τοῖς γένεσιν εἰσηγουμένοις αὐτοῦ, καὶ πάλιν οἱ φθαρήσεσθαι τοῖς φθαρτὸν μὲν εἶναι 1 φύσει, μηδέποτε δὲ φθαρησόμενον διὰ τὸ κραταιοτέρῳ δεσμῷ, τῇ τοῦ πεποιηκότος βουλήσει, συνέχεσθαι, καὶ οἱ μηδὲν εἶναι ὁμολογοῦντες ἀλλὰ πάντα γίνεσθαι τοῖς ὑπολαμβάνουσι τἀναντία, καὶ οἱ πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι διεξιόντες τοῖς τὰ αἰσθήσεως καὶ τὰ διανοίας κριτήρια συγχέουσι, καὶ συνόλως οἱ πάντα ἀκατάληπτα εἰσηγούμενοι
τοῖς γνωρίζεσθαι πάμπολλα φάσκουσιν.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.