καὶ ἀκύρου, δεσπότης δὲ παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος οἶμαι — ὥστε τὸν δεσπότην κύριον εἶναι καὶ ἔτι ὡσανεὶ φοβερὸν κύριον, οὐ μόνον τὸ κῦρος καὶ τὸ κράτος ἀνημμένον ἁπάντων, ἀλλὰ καὶ δέος καὶ φόβον ἱκανὸν ἐμποιῆσαι —, τάχα μέντοι καὶ ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι συνέχων αὐτὰ ἄλυτα καὶ σφίγγων διαλυτὰ ὄντα ἐξ ἑαυτῶν.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.