δ’ ἄρα πέρας ἦν οὐ τόλμης ἁπλῶς, ἀλλ’ εὐτολμίας αὐτῷ, διότι οἱ σοφοὶ πάντες φίλοι θεοῦ, καὶ μάλιστα κατὰ τὸν ἱερώτατον νομοθέτην. παρρησία δὲ φιλίας συγγενές· ἐπεὶ πρὸς τίνα ἄν τις ἢ πρὸς τὸν ἑαυτοῦ φίλον παρρησιάσαιτο; παγκάλως οὖν ἐν τοῖς χρησμοῖς φίλος ᾄδεται Μωυσῆς (Exod. 33, 11), ἵν’ ὅσα ἐπὶ θάρσει παρακεκινδυνευμένα
διεξέρχεται, φιλίᾳ μᾶλλον ἢ αὐθαδείᾳ προφέρεσθαι δοκῇ. θρασύτης μὲν γὰρ αὐθάδους, φίλου δὲ θαρραλεότης οἰκεῖον.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.