τῶν ἐκθυμιωμένων ἐστὶν ἰσότης· λέγεται γάρ· „λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ, καὶ ποιήσουσιν αὐτὸ θυμίαμα μύρον, μυρεψοῦ ἔργον συνθέσεως καθαρᾶς, ἔργον ἅγιον“ (Exod. 30,34.35). ἕκαστον γὰρ τῶν μερῶν ἑκάστῳ φησὶ δεῖν ἴσον συνέρχεσθαι πρὸς τὴν τοῦ ὅλου κρᾶσιν.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.