τοῖς χρησομένοις θεῖος λόγος ἐξ ἴσου, πεφροντικὼς p. 500 M. διαφερόντως ἰσότητος. μαρτυρεῖ δὲ Μωυσῆς λέγων· „οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν“ (Exod. 16, 18), ἡνίκα τῷ τῆς ἀναλογίας ἐχρήσαντο θαυμαστῷ καὶ περιμαχήτῳ μέτρῳ· δι’ οὗ συνέβη μαθεῖν, ὅτι ἕκαστος „εἰς τοὺς καθήκοντας“ (Exod. 16, 16) παρ’ ἑαυτῷ συνέλεξεν
οὐκ ἀνθρώπους μᾶλλον ἢ λογισμοὺς καὶ τρόπους· ὃ γὰρ ἐπέβαλεν ἑκάστῳ, τοῦτ’ ἀπεκληρώθη προνοητικῶς, ὡς μήθ’ ὑστερῆσαι μήτ’
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.