εἰ μὲν οὖν τὸ ἴσον μίαν εἶχεν ἰδέαν, ἱκανῶς ἂν τὰ λεχθέντα εἴρητο, πλειόνων δ’ οὐσῶν οὐκ ἀποκνητέον τὰ ἁρμόττοντα προσθεῖναι. λέγεται γὰρ ἴσον καθ’ ἕνα μὲν τρόπον ἐν ἀριθμοῖς, ὡς δύο δυσὶ καὶ τρία τρισὶ καὶ τὰ ἄλλα ταύτῃ, καθ’ ἕτερον δὲ ἐν μεγέθεσιν, ὧν μήκη, πλάτη, βάθη, διαστάσεις εἰσίν· παλαιστὴς γὰρ παλαιστῇ καὶ πήχει πῆχυς ἴσα
μεγέθει, δυνάμει δέ ἐστιν ἄλλα, ὡς τὰ ἐν σταθμοῖς καὶ μέτροις.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.