καὶ πλήθει κακιῶν κατειλημμένην, τοτὲ μὲν ὑπὸ λαιμαργίας καὶ λαγνείας ὥσπερ ἐν χαμαιτυπείῳ περιυβριζομένην, τοτὲ δὲ ὑπὸ πλήθους ἀδικημάτων ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένην μετὰ κακούργων, οὐκ ἀνθρώπων, ἀλλ’ ἐπιτηδευμάτων, ἃ πᾶσι τοῖς κριταῖς [ἢ τιμωρηταῖς] ἀγώγιμα γέγονε, λόγον δὲ στόμαργον, ἠκονημένον κατὰ τῆς ἀληθείας,
βλαβερὸν μὲν τοῖς ἐντυγχάνουσιν, αἰσχύνην δὲ τοῖς κεκτημένοις ἐπιφέροντα, αἴσθησιν δὲ ἀκόρεστον, ἐμφορουμένην μὲν αἰεὶ τῶν αἰσθητῶν, ὑπὸ δὲ ἀκράτορος τῆς ἐπιθυμίας μηδέποτε ἐμπλησθῆναι δυναμένην, ἀλογοῦσαν τῶν σωφρονιστῶν, ὡς παρορᾶν καὶ παρακούειν καὶ ὅσα ἂν ἐπ’ ὠφελείᾳ διεξέρχωνται παραπτύειν.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.