τὸν σώματος κόσμον ἀντικαταλλαττόμεναι τοῦ τῆς εὐσεβείας· προσφιλοτιμούμεναι μέντοι καὶ τὰ κάτοπτρα ἑαυτῶν συγκαθιεροῦσιν εἰς τὴν τοῦ λουτῆρος κατασκευήν (Exod. 38, 26), ἵν’ οἱ μέλλοντες ἱερουργεῖν ἀπονιπτόμενοι χεῖρας καὶ πόδας, τὰ ἐγχειρήματα οἷς ἐφορμεῖ καὶ ἐνίδρυται ὁ νοῦς, ἐνοπτρίζωνται ἑαυτοὺς κατὰ μνήμην τῶν ἐσόπτρων, ἐξ ὧν ὁ
λουτὴρ δεδημιούργηται· οὕτω γὰρ οὐδὲν αἶσχος ἐν τῷ τῆς ψυχῆς εἴδει περιόψονται γινόμενον, ἤδη δὲ τὸ νηστείας καὶ καρτερίας ἀνάθημα ἀναθήσουσιν ἱεροπρεπέστατον καὶ τελεώτατον ἀναθημάτων.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.