δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν“ (Exod. 4, 15. 16)· ἐμφαντικώτατα τό τε „προσλαλήσει σοι“ φάναι, οἷον διερμηνεύσει τὰ σά, καὶ ὅτι „ἔσται σου p. 449 Μ. στόμα“· διὰ γὰρ γλώττης καὶ στόματος φερόμενον τὸ τοῦ λόγου νᾶμα συνεκφέρει τὰ νοήματα. ἀλλ’ ὁ μὲν λόγος ἑρμηνεὺς διανοίας πρὸς ἀνθρώπους, ἡ δὲ διάνοια γίνεται τῷ λόγῳ τὰ πρὸς τὸν θεόν, ταῦτα δέ
ἐστιν ἐνθυμήματα, ὧν μόνος ὁ θεὸς ἐπίσκοπος.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.