ὄντι ὁ λόγος τοῖς ἐνθυμήμασιν ὑπαντῶν, ῥήματα καὶ ὀνόματα προστιθεὶς χαράττει τὰ ἄσημα, ὡς ἐπίσημα ποιεῖν. καὶ „ἰδών σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14)· γήθει γὰρ ὁ λόγος καὶ εὐφραίνεται, ὅταν μὴ ἀμυδρὸν ᾖ τὸ ἐνθύμημα, διότι τηλαυγοῦς ὄντος ἀπταίστῳ καὶ εὐτρόχῳ διερμηνεύσει χρῆται κυρίων καὶ εὐθυβόλων καὶ γεμόντων πολλῆς ἐμφάσεως
εὐπορῶν ὀνομάτων·
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.