τὸ δὲ „ἄπελθε ἐκ τούτων“ οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν 1 οὐσίαν, ἐπεὶ θάνατον ἦν διαγορεύοντος ἡ πρόσταξις, ἀλλ’ ἴσον τῷ τὴν γνώμην ἀλλοτριώθητι, πρὸς μηδενὸς περισχεθεὶς αὐτῶν ὑπεράνω στῆθι πάντων· ὑπήκοοί σού εἰσι, μηδέποτε ὡς ἡγεμόσι χρῶ·
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.