πολύθεος ἀντίπαλοι ἐν ψυχῇ δόξαι βέβηλοι. σημεῖον δέ· ἀμφοτέρας ὁ 1 2 νόμος ἐκκλησίας ἱερᾶς ἀπελήλακε, τὴν μὲν ἄθεον θλαδίαν καὶ ἀποκεκομμένον εἴρξας ἐκκλησιάζειν, τὴν δὲ πολύθεον τὸν ἐκ πόρνης ὁμοίως κωλύσας ἀκούειν ἢ λέγειν (Deut. 23, 1. 2)· ἄθεος μὲν γὰρ ὁ ἄγονος, πολύθεος δὲ ὁ ἐκ πόρνης τυφλώττων περὶ τὸν ἀληθῆ πατέρα καὶ διὰ τοῦτο πολλοὺς ἀνθ’ ἑνὸς γονεῖς ἐπιγραφόμενος.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.