(Deut. 7, 7. 8). εἰ γάρ τις βουληθείη τὸν ὄχλον μιᾶς ψυχῆς ὥσπερ 1 κατὰ ἔθνη διανεῖμαι, πολλὰς μὲν ἂν εὕροι τάξεις ἀκοσμούσας, ὧν ἡδοναὶ ἢ ἐπιθυμίαι ἢ λῦπαι ἢ φόβοι ἢ πάλιν ἀφροσύναι καὶ ἀδικίαι καὶ αἱ τούτων συγγενεῖς καὶ ἀδελφαὶ ταξιαρχοῦσι, μίαν δὲ αὐτὸ μόνον εὖ διακεκοσμημένην, ἧς ὁ ὀρθὸς λόγος ἀφηγεῖται.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.