γὰρ καὶ ἐκκρεμασθεῖσα ἐλπίδος χρηστῆς καὶ ἀνενδοίαστα νομίσασα ἤδη παρεῖναι τὰ μὴ παρόντα διὰ τὴν τοῦ ὑποσχομένου βεβαιότητα πίστιν, ἀγαθὸν p. 443 M τέλειον, ἆθλον εὕρηται· καὶ γὰρ αὖθις λέγεται, ὅτι „ἐπίστευσεν 1 Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6), καὶ Μωυσεῖ δὲ ὁμοίως πᾶσαν ἐπιδειξάμενος τὴν γῆν φησιν, ὅτι „ἔδειξα τοῖς ὀφθαλμοῖς σου, κἀκεῖ οὐκ εἰσελεύσῃ“ (Deut. 34, 4).
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.