μὴ ἐνδιδόναι μηδὲ τῇ ῥύμῃ τῆς ἐκείνου φορᾶς κατασυρῆναι, βιάσασθαι δὲ ἀντισχόντα κἄν, εἰ μὴ δύναιτο, ἀποδρᾶναι; δευτέρα γὰρ ἔφοδος εἰς σωτηρίαν τοῖς ἀμύνεσθαι μὴ δυναμένοις δρασμός ἐστιν· ὁπότε 1 καὶ τὸν ἀγωνιστὴν φύσει καὶ μηδέποτε παθῶν δοῦλον γεγενημένον, ἀεὶ δὲ ἀθλοῦντα τοὺς πρὸς ἕκαστον αὐτῶν ἄθλους, οὐκ ἐᾷ μέχρι παντὸς τοῖς παλαίσμασι χρήσασθαι, μή ποτε τῷ συνεχεῖ τῆς εἰς ταὐτὸ συνόδου χαλεπὴν ἀπ’ ἐκείνων κῆρα ἀναμάξηται· πολλοὶ γὰρ ἤδη καὶ ἀντιπάλου κακίας ἐγένοντο μιμηταί, ὡς ἀρετῆς ἔμπαλιν ἕτεροι.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.