ὄνος —, ἀφροσύνην ἐπιτηδεύων καὶ συντραφεὶς ἀναισχυντίᾳ καὶ θράσει τὰ κριτήρια τῆς διανοίας μιαίνειν ὁ παμμίαρος καὶ φθείρειν ἐπεχείρησεν, εἰ μὴ θᾶττον οἱ φρονήσεως ἀκουσταὶ καὶ γνώριμοι, Συμεών τε καὶ Λευί, φραξάμενοι τὰ οἰκεῖα ἀσφαλῶς ἐπεξῆλθον, ἔτι ὄντας ἐν τῷ φιληδόνῳ καὶ φιλοπαθεῖ καὶ ἀπεριτμήτῳ πόνῳ καθελόντες· χρησμοῦ γὰρ ὄντος,
ὡς "οὐκ ἂν γένοιτό ποτε πόρνη τῶν τοῦ βλέποντος, Ἰσραήλ, θυγατέρων“ (Deut. 23, 17), οὗτοι τὴν παρθένον ψυχὴν ἐξαρπάσαντες λαθεῖν ἤλπισαν (Gen. 34).
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.