ἐπειδὰν ἤδη τελειωθῇ, τὸν μὲν τῶν αἰσθήσεων οἶκον ἀπολείψει, τὸν δὲ τῆς ψυχῆς ὡς ψυχῆς ἱδρύεται, ὃν ἔτι ὢν ἐν τοῖς πόνοις καὶ ταῖς ἀσκήσεσιν ἀναζωγραφεῖ· λέγει γάρ· „πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;“ 1 (Gen. 30, 30). πότε τῶν αἰσθητῶν καὶ αἰσθήσεων ὑπεριδὼν νοῦν καὶ διάνοιαν οἰκήσω, λόγῳ θεωρητοῖς πράγμασι συντρεφόμενος καὶ συνδιαιτώμενος, καθάπερ αἱ ζητητικαὶ τῶν ἀφανῶν ψυχαί — μαίας αὐτὰς ἔθος ὀνομάζειν — ;
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.