μετὰ σπουδῆς αὐτὸν ἐξελκύσαι; „ἐπιδραμὼν“ γάρ φησι "λαμβάνει αὐτὸν ἐκεῖθεν“ (I Reg. 10,22. 23), διότι τοῖς ἀγγείοις τῆς ψυχῆς, σώματι καὶ αἰσθήσει, ἐνδιατρίβων οὐκ ἦν ἀξιόχρεως ἀκοῦσαι τῶν τῆς βασιλείας δογμάτων καὶ νόμων — βασιλείαν δὲ σοφίαν εἶναι λέγομεν, ἐπεὶ καὶ τὸν σοφὸν βασιλέα —, μεταναστὰς δέ, ἡνίκα τῆς ἀχλύος σκεδασθείσης
ὀξυδορκήσειν ἔμελλεν. εἰκότως οὖν καὶ τὴν αἰσθήσεως χώραν, ὄνομα Χαρράν, ἀπολιπεῖν οἴεται δεῖν ὁ ἐπιστήμης ἑταῖρος.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.