ἐπεθύμησεν ἐπιθυμίαν“ αὐτοῦ τοῦ γένους, οὐχ ἑνός τινος τῶν εἰδῶν, „καὶ καθίσαντες ἔκλαιον“ (Num. 11,4). συνίησι γὰρ ὀλιγοδρανοῦσα 1 ἡ διάνοια καί, ὁπότε μὴ δύναται τυχεῖν ὧν ὀρέγεται, δακρύει καὶ στενάζει· καίτοι ὤφειλε χαίρειν παθῶν καὶ νοσημάτων ἀτυχοῦσα καὶ μεγάλην εὐπραγίαν νομίζειν τὴν ἔνδειαν καὶ ἀπουσίαν αὐτῶν.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.