νόσον οἰχήσεται ληφθεὶς αἰχμάλωτος ὑπὸ τῶν ἐν ψυχῇ πολεμίων, ὁ δὲ τὰς ἐξ ἐνέδρας ἐπιβουλὰς αὐτοῦ φυλαξάμενος πάσῃ μηχανῇ διοικισθήσεται. τὸν δὲ διοικισμὸν αὖθις μέν, οὔπω δὲ ποιήσεται. νῦν μὲν γὰρ τὰ θεωρήματα αὐτῷ ὡς ἂν ἄρτι ἀρχομένῳ τῆς θείας θεωρίας πλαδᾷ καὶ σαλεύει· ὅταν δ’ ἤδη παγέντα κραταιότερον ἱδρυθῇ, δυνήσεται
τὸ δελεάζον καὶ κολακεῦον ὡς ἐχθρὸν ἀκατάλλακτον καὶ δυσθήρατον φύσει διαζεῦξαι.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.