οὐχὶ ἄνθρωπον — οὐ γὰρ τεκνοκτόνος ὁ σοφός —, ἀλλὰ τὸ τῆς ἀρετώσης ψυχῆς γέννημα ἄρρεν, τὸν ἐπανθήσαντα καρπὸν αὐτῇ, ὃν πῶς ἤνεγκεν οὐκ ἔγνω, βλάστημα θεῖον, οὗ φανέντος ἡ δόξασα κυοφορῆσαι τὴν ἄγνοιαν τοῦ συμβάντος ἀγαθοῦ διηγεῖται φάσκουσα· „τίς ἀναγγελεῖ Ἀβραὰμ“ ὡς ἀπιστοῦντι δήπου περὶ τὴν τοῦ αὐτομαθοῦς γένους ἀνατολήν,
ὅτι „θηλάζει παιδίον Σάρρα“ (Gen. 21, 7), οὐχὶ πρὸς Σάρρας θηλάζεται; τὸ γὰρ αὐτοδίδακτον τρέφεται μὲν ὑπ’ οὐδενός, p. 458 M. τροφὴ δ’ ἐστὶν ἄλλων, ἅτε ἱκανὸν διδάσκειν καὶ μανθάνειν οὐ δεόμενον.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.