γὰρ παιδευτικὸς ὢν καὶ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν ἑτοιμότατος τῶν οἵων τε νουθετεῖσθαι καὶ σωφρονίζεσθαι πάντα τῆς ψυχῆς τὸν λεὼν ἀπὸ τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, καὶ τῶν οἰκητόρων αὐτῆς ἐξελεῖν διανοεῖται, χαλεπώτατον καὶ βαρύτατον ἄχθος ἡγούμενος ὁρατικὴν διάνοιαν πρὸς σαρκὸς ἡδονῶν πιεσθῆναι καὶ ἐπιτάγμασιν ὑπηρετεῖν,
ἅττ’ ἂν αἱ ἀνηλεεῖς προστάττωσιν ἐπιθυμίαι.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.