τὸ ἐπαινετὸν εἶναι τοῦ ἐπαινεῖσθαι διαφέρει κατὰ τὸ κρεῖττον καὶ τὸ ψεκτὸν εἶναι τοῦ ψέγεσθαι κατὰ τὸ χεῖρον — τὰ μὲν γὰρ τῷ πεφυκέναι, τὰ δὲ τῷ νομίζεσθαι λέγεται μόνον, φύσις δὲ ἡ ἀψευδὴς δοκήσεως ἐχυρώτερον —, οὕτως καὶ τοῦ εὐλογεῖσθαι πρὸς ἀνθρώπων, ὅπερ ἦν εἰς εὐλογίαν ἄγεσθαι δοξαζόμενον, τὸ πεφυκέναι εὐλογίας ἄξιον,
κἂν πάντες ἡσυχάζωσι, κρεῖττον, ὅπερ εὐλογητὸν ἐν τοῖς χρησμοῖς ᾄδεται.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.