τάδε· πρῶτον μὲν ἵν’ ἐπιδείξῃ, ὅτι οὐκ ἐν τῷ γεγονότι τὸ πεποιηκὸς αἴτιον, ἔπειτα δ’ ὑπὲρ τοῦ παραστῆσαι, ὅτι οὐδ’ ὁ κόσμος ἅπας ἀφέτῳ καὶ ἀπελευθεριαζούσῃ κινήσει κέχρηται, ἀλλ’ ἐπιβέβηκεν ὁ κυβερνήτης θεὸς τῶν ὅλων οἰακονομῶν καὶ πηδαλιουχῶν σωτηρίως τὰ σύμπαντα, οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ἄλλῳ τῶν ἐν γενέσει κεχρημένος μέρει τὸ
παράπαν οὐδενὶ κατὰ τὸν ἀληθῆ λόγον — „οὐ γὰρ ὡς ἄνθρωπος ὁ 1 2 θεός„ (Num. 23,19) —, ἀλλὰ τὸν ἕνεκα αὐτὸ μόνον διδασκαλίας εἰσαγόμενον ἡμῶν τῶν ἑαυτοὺς ἐκβῆναι μὴ δυναμένων, ἀλλ’ ἀπὸ τῶν ἡμῖν αὐτοῖς συμβεβηκότων τὰς περὶ τοῦ ἀγενήτου καταλήψεις λαμβανόντων.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.