οἷά φησιν· „ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ’ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ„ (Gen. 35,2. 3), ἵνα, κἂν Λάβαν ἔρευναν αἰτῆται, ἐν ὅλῳ τῷ οἴκῳ μὴ εὑρεθῇ τὰ εἴδωλα (Gen. 31,35), ἀλλὰ πράγματα ὑφεστηκότα καὶ ὄντως ὑπαρκτά, ἐστηλιτευμένα ἐν τῇ τοῦ
σοφοῦ διανοίᾳ, ὧν καὶ τὸ αὐτομαθὲς γένος Ἰσαὰκ κληρονομεῖ· τὰ γὰρ ὑπαρκτὰ μόνος οὗτος παρὰ τοῦ πατρὸς λαμβάνει (Gen. 25,5).
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.