ἀγαθὸν „ᾔδει τὸν Ἰωσήφ„ (Exod. 1,8), ὅστις οὐ μόνον τελειότητας ἀλλὰ καὶ προκοπάς, οὐδὲ ἐνάργειαν τὴν οἵαν δι’ ὁράσεως ἀλλὰ καὶ διδασκαλίαν τὴν δι’ ἀκοῆς ἐγγινομένην. ἀνῄρει λέγων· „δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ„ (Num. 23,7), ἴσον τῷ ἐλθέ, ἀμφότερα κατάλυσον, ὅρασίν τε καὶ ἀκοὴν ψυχῆς, ἵνα
μηδὲν ἀληθὲς καὶ γνήσιον καλὸν μήτε ἴδῃ μήτε ἀκούσῃ· ὁράσεως μὲν γὰρ Ἰσραήλ, Ἰακὼβ δὲ ἀκοῆς σύμβολον.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.