ὁμοιοπαθὲς εὑρίσκετο, μέχριπερ κορεσθέντα τῆς τῶν παρόντων ἀγαθῶν ἀφθονίας, ὃ πολλάκις γίνεσθαι φιλεῖ, πρὸς τὸν τῶν ἀνεφίκτων ἔρωτα ἐξώκειλε καὶ περὶ ἀθανασίας ἐπρεσβεύετο γήρως ἔκλυσιν καὶ τὴν εἰς αἰεὶ νεότητος ἀκμὴν αἰτούμενα, φάσκοντα καὶ τῶν παρ’ αὐτοῖς ἓν ἤδη ζῴων τὸ ἑρπετόν, ὄφιν, τετυχηκέναι ταύτης τῆς δωρεᾶς· ἀποδυόμενον γὰρ τὸ
γῆρας πάλιν ἐξ ὑπαρχῆς ἀνηβᾶν· ἄτοπον δ’ εἶναι ἢ τὰ κρείττω τοῦ χείρονος ἢ ἑνὸς τὰ πάντα λειφθῆναι.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.