τὰ τοιαῦτα τῆς ᾀδομένης καὶ θαυμαζομένης εἰρήνης περιμάχητα κειμήλια, ἅπερ ἡ ἑκάστου τῶν ἀφρόνων ἀγαλματοφοροῦσα διάνοια τέθηπε καὶ προσκυνεῖ. ἐφ’ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν 1 2 μητέρα καὶ τιθήνην ἑαυτοῦ, σοφίαν, εἴωθε λέγειν· „ὦ μῆτερ, ἡλίκον με ἔτεκες„, οὐ δυνάμει σώματος, ἀλλὰ τῇ πρὸς τὸ μισοπόνηρον ἀλκῇ, ἄνθρωπον ἀηδίας καὶ μάχης, φύσει μὲν εἰρηνικόν, διὰ δὲ τοῦτο καὶ πολεμικὸν κατὰ τῶν αἰσχυνόντων τὸ περιμάχητον κάλλος εἰρήνης.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.