„πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν„ (Gen. 42, 11) τεθαύμακα τῆς εὐαρμόστου συμφωνίας· ἐπεὶ καὶ πῶς οὐκ ἐμέλλετε, φήσαιμ’ ἄν, ὦ γενναῖοι, πολέμῳ μὲν δυσχεραίνειν, εἰρήνην δὲ ἀγαπᾶν, ἕνα καὶ τὸν αὐτὸν ἐπιγεγραμμένοι πατέρα οὐ θνητὸν ἀλλ’ ἀθάνατον, ἄνθρωπον θεοῦ, ὃς τοῦ ἀιδίου λόγος ὢν ἐξ ἀνάγκης καὶ αὐτός ἐστιν
ἄφθαρτος;
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.