ἀναγκάζεσθαι, ὥσπερ ἡ ἕλιξ, τὸ ὑδρηρὸν ὄργανον, ἔχει· κατὰ γὰρ μέσον αὐτὸ γεγόνασι βαθμοί τινες, ὧν ὁ γεωπόνος, ὅταν ἐθελήσῃ ποτίσαι τὰς ἀρούρας, ἐπιβαίνει μέν, περιολισθαίνει δ’ ἀναγκαίως· ὑπὲρ δὴ τοῦ μὴ πίπτειν συνεχῶς πλησίον ἐχυροῦ τινος ταῖς χερσὶ περιδράττεται, οὗ ἐνειλημμένος τὸ ὅλον σῶμα ἀπῃώρηκεν αὐτοῦ· ὥστε ἀντὶ μὲν ποδῶν
χερσίν, ἀντὶ δὲ χειρῶν ποσὶ χρῆσθαι· ἵσταται μὲν γὰρ ἐπὶ χειρῶν, δι’ ὧν εἰσιν αἱ πράξεις, πράττει δ’ ἐν ποσίν, ἐφ’ ὧν εἰκὸς ἵστασθαι. 1
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.