οὐδὲν οὐδενὶ εἰς τὴν τοῦ ἑτέρου κοινωνίαν ἤγαγεν; ἀλλ’ ὀφθαλμοὶ μὲν οὐκ ἂν ἀκούσειαν, ὦτα δὲ οὐκ ἂν θεάσαιτο, χυλὸς δὲ ἐνστόμιος οὐκ ἂν ὄσφροιτο, οὐδ’ ἂν γεύσαιντο ῥῖνες, ὅ τ’ αὖ λόγος οὐδὲν ἂν τῶν κατὰ τὰς αἰσθήσεις πάθοι, οὐδ’ ἔμπαλιν ῥῆξαι φωνὴν δύναιτ’ ἂν αἴσθησις.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.