48, 15. 16)· ὁμολογεῖ γὰρ καὶ οὗτος ἤδη, ὅτι τὰ μὲν γνήσια τῶν ἀγαθῶν, ἃ φιλαρέτους τρέφει ψυχάς, ἐπὶ θεὸν ἀναφέρεται μόνον ὡς αἴτιον, ἡ δὲ τῶν κακῶν μοῖρα ἀγγέλοις ἐπιτέτραπται πάλιν, οὐδὲ ἐκείνοις ἔχουσι τὴν τοῦ κολάζειν αὐτοκράτορα ἐξουσίαν, ἵνα μηδενὸς τῶν εἰς φθορὰν τεινόντων ἡ σωτήριος αὐτοῦ κατάρχῃ φύσις.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.