ἐπιχειρήσας ἀνελεῖν τινα μὴ δυνηθῇ κτεῖναι, τῇ τῶν ἀνδροφόνων οὐδὲν ἧττον ὕποχος δίκῃ καθέστηκεν, ὡς ὁ γραφεὶς περὶ τούτων δηλοῖ νόμος· „ἐὰν“ γάρ φησι „τὶς ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι„ 1 (Exod. 21,14)· καίτοι ἐπιτίθεται μόνον, οὐκ ἀνῄρηκεν, ἀλλ’ ἴσον ἡγήσατο ἀδίκημα τῷ κτεῖναι τὸ βουλεῦσαι τὸν φόνον· οὗ χάριν οὐδ’ ἱκέτῃ γενομένῳ δέδωκεν ἀμνηστίαν, ἀλλὰ καὶ ἐξ ἱεροῦ ἐκέλευσεν ἀπάγειν τὸν ἀνιέρῳ γνώμῃ χρησάμενον.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.