τῶν ἐπ’ ἀδικίαις σεμνυνομένων εἶπε κύριος· „ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων“ (Gen. 11,5), ἴσον τῷ ἰδοὺ μία οἰκειότης καὶ συγγένεια, καὶ πάλιν ἁρμονία καὶ συμφωνία ἡ αὐτὴ πάντων ὁμοῦ, μηδενὸς ἠλλοτριωμένου τὴν γνώμην μηδ’ ἀπᾴδοντος, καθάπερ ἔχει καὶ ἐπ’ ἀνθρώπων ἀμούσων· τὸ γὰρ φωνητήριον αὐτοῖς ὄργανον πᾶσι τοῖς φθόγγοις
ἔστιν ὅτε δι’ ὅλων ἐκμελὲς καὶ ἀπῳδὸν οὐ μετρίως καθέστηκε, πρὸς ἀναρμοστίαν ἄκρως ἡρμοσμένον καὶ πρὸς τὸ ἀσύμφωνον συμφωνίαν 1 2 μόνον ἄγον.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.