ταῦτα καὶ τὰ παραπλήσια τῶν τοιούτων ἔστ’ ὀνόματα. καλόν γ’ ἐναυχῆσαι κἀπισεμνύνεσθαι δόξαν θηρωμένους τὴν ἀπὸ τούτων, ἐφ’ οἷς εἰκὸς ἦν ἐγκαλύπτεσθαι. καὶ μὴν ἔνιοι μέγα φρονοῦσιν ἐπὶ τούτοις, ὡς ἄμαχόν τινα ἰσχὺν ἐκ τοῦ τοιούτους p. 423 M. νομισθῆναι παρὰ πᾶσι καρπωσάμενοι, οὓς τοῦ πολλοῦ θράσους ἡ ὀπαδὸς τοῦ θεοῦ δίκη τίσεται 1 καίτοι τάχα τὸν οἰκεῖον οὐ μαντευομένους μόνον, ἀλλὰ καὶ προορωμένους ὄλεθρον· φασὶ γάρ· „πρὶν διασπαρῆναι„ (Gen. 11,4), φροντίσωμεν ὀνόματός τε καὶ δόξης.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.