πρὸς τὸ ἁμαρτάνειν οὐκ ἀρκούμενος αὑτῷ μόνῳ χρῆσθαι, καὶ προτρέπει μὲν ὅρασιν, προτρέπει δὲ ἀκοήν, παρακαλεῖ δὲ πᾶσαν αἴσθησιν ἀνυπερθέτως αὐτῷ συντετάχθαι, φερούσης ἑκάστης τὰ πρὸς ὑπηρεσίαν ἐπιτήδεια πάντα· ἐπαίρει μέντοι καὶ παραθήγει καὶ τὸ ἄλλο ἀτίθασον ἐκ φύσεως τῶν παθῶν στῖφος, ἵνα ἄσκησιν καὶ μελέτην προσλαβὸν
ἀνύποιστον γένηται.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.