πάλιν τοίνυν κατὰ τὰ ἐναντία μυρίους ἔστιν ἰδεῖν ἀνάνδρους, ἀκολάστους, ἄφρονας, ἀδίκους, ἀσεβεῖς ἐν ταῖς διανοίαις ὑπάρχοντας, τὸ δὲ κακίας 1 2 ἑκάστης αἶσχος ἀδυνατοῦντας ἐπιδείκνυσθαι δι’ ἀκαιρίαν τῶν εἰς τὸ ἁμαρτάνειν καιρῶν, ἐπειδὰν δὲ τοῦ δύνασθαι πολλὴ καὶ μεγάλη κατασκήψῃ φορά, γῆν καὶ θάλατταν ἄχρι τερμάτων ἀμυθήτων ἀναπιμπλάντας κακῶν καὶ μηδέν, μὴ μικρὸν μὴ μέγα, ἀζήμιον ἐῶντας, ἀλλὰ ῥύμῃ μιᾷ ἀνατρέποντάς τε καὶ φθείροντας·
De Sobrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.