δυναστεία; τίς ἰσχύς; τί τῶν πάντων ὅσα θαυμάζεται; φέρε μόνον τὸ ψυχῆς ὄμμα ὅλον ἰσχῦσαι δι’ ὅλων διοιχθῆναι καὶ μηδὲν οἷα ὑπὸ ῥεύματος συγχυθῆναι μέρος ἢ καταμῦσαι· τότε γὰρ μάλιστα ὀξυωπῆσαν, σύνεσιν καὶ φρόνησιν αὐτὴν ἐμβλέπον, τοῖς νοητοῖς p. 393 M. ἀγάλμασιν ἐντεύξεται, ὧν ἡ θέα ψυχαγωγοῦσα πρὸς οὐδὲν ἔτι τῶν αἰσθητῶν ἀπονεύειν ἐάσει. καὶ τί θαυμάζομεν,
De Sobrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.