ὁ τῆς πρεσβυτέρας ψυχῆς πρεσβύτερον καὶ τιμιώτερον ἀγαθὸν μήπω τέλειον εὑρημένος. εἰ γὰρ εὕρητο, κἂν ὅλην Αἴγυπτον ἀμεταστρεπτὶ φεύγων ᾤχετο· νυνὶ δὲ ἐπὶ τῷ τρέφειν αὐτὴν καὶ τιθηνοκομεῖν μάλιστα 1 σεμνύνεται, ἧς τὸ μάχιμον καὶ ἡγεμονεῦον ὅταν ἴδῃ ὁ ὁρῶν καταπεποντωμένον καὶ διεφθαρμένον, ὕμνον εἰς τὸν θεὸν ᾄδει.
De Sobrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.