γὰρ τοιαῦτα κατεπᾳσθεὶς ἀλογήσει τῶν εἰρημένων καὶ ἐπιστήμῃ μὲν οὐδαμῇ οὐδαμῶς ἕψεται, ἀναχωρήσει δὲ καὶ ἀναδραμεῖται πρὸς τὸν ἴδιον καὶ κενὸν τῦφον· λέγεται γὰρ ὅτι εἶπε πρὸς αὐτόν· „οὐ πορεύσομαι ἀλλ’ εἰς τὴν γῆν μου καὶ τὴν γενεάν μου“ (Num. 10, 30), τουτέστι τὴν συγγενῆ ψευδοδοξοῦσαν ἀπιστίαν, ἐπειδὴ τὴν ἀληθεύουσαν ἀνδράσι φίλην
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.