ἀγόμενος, ἐνευκαιρήσας τῷ προτεθέντι κεφαλαίῳ τὰς ἑκάστων ἀγωγὰς 1 καὶ ἔθη καὶ νόμους ἐπιέναι χωρῶν, ἐθνῶν, πόλεων, τόπων, ὑπηκόων ἡγεμόνων, ἐνδόξων ἀδόξων, ἐλευθέρων οἰκετῶν, ἰδιωτῶν ἐπιστημόνων, οὐχ ἡμέραν μίαν οὐδὲ δύο, ἀλλὰ οὐδὲ μῆνα ἢ ἐνιαυτόν, τὸν δὲ ἅπαντα ἑαυτοῦ κατατρίψει βίον, κἂν αἰῶνι χρήσηται μακρῷ, καὶ οὐδὲν ἧττον πολλὰ ἀδιερεύνητα καὶ ἀπερίσκεπτα καὶ ἄφωνα λήσει καταλιπών.
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.