κινεῖσθαι καὶ τὰ κινούμενα ἑστάναι, καὶ τὰ μὲν προσιόντα ἐξαναχωρεῖν, τὰ δὲ ἀπιόντα πάλιν προσέρχεσθαι, καὶ βραχύτατα μὲν τὰ περιμηκέστατα, περιφερῆ δ’ αὖ τὰ πολυγώνια. καὶ μυρία ἄλλα ὑπὸ τῆς φανερᾶς ὄψεως ψευδογραφεῖται, οἷς οὐκ ἄν τις εὖ φρονῶν ὡς βεβαίοις συνεπιγράψαιτο.
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.