ἀπειθεῖ, ὁ δὲ πρὸς τῷ μὴ χαρίζεσθαι καὶ ὅσα βλάβης ἐστὶν ἐμποιῶν ἔριδι ἐπαιρόμενος ἀνίατα ἐξαμαρτάνει. καὶ μὴν ὅ γε ἱερουργίαις καὶ τοῖς ἄλλοις ὅσα πρὸς εὐσέβειαν ἀναφέρεται μὴ χρώμενος ἀπειθεῖ προστάξεσιν, ἃς ὁ νόμος εἴωθε περὶ τούτων προστάττειν, ἀνερεθίζει δ’ ὁ πρὸς τοὐναντίον, ἀσέβειαν, ἀποκλίνας καὶ ἀθεότητος εἰσηγητής.
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.