κιθαρῳδῶν τοὺς μὲν οὕτως ἀχθέντας, ὡς ἀνεγειρομένους καὶ συνηχοῦντας ἄκοντας τὰ πρὸς ἔπαινον ἐκφωνεῖν, τοὺς δὲ οὕτως ἀτρώτως ἔχοντας, ὡς μηδὲν τῶν ἀψύχων βάθρων ἐφ’ οἷς καθέζονται ταύτῃ γοῦν διαφέρειν ἂν νομισθῆναι, ἐνίους δ’ οὕτως ἀλλοτριωθέντας, ὡς καὶ τὴν θέαν οἴχεσθαι καταλιπόντας, ἔτι καὶ προσαποσειομένους ἑκατέρᾳ τῶν χειρῶν
τὰ ὦτα, μὴ ἄρα τι ἔναυλον ἀπολειφθὲν ἀηδίαν ὑπηχοῦν δυσκόλοις καὶ δυσαρέστοις ψυχαῖς ἐργάσηται. καίτοι τί ταῦτά φαμεν;
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.