θέμις οὐδὲν ἔμψυχον δημιουργῆσαι — Βεσελεὴλ γὰρ ἐν σκιαῖς ποιῶν ἑρμηνεύεται —, Μωυσῆς δὲ οὐ σκιὰς ἀλλὰ τὰς ἀρχετύπους φύσεις αὐτὰς τῶν πραγμάτων ἔλαχεν ἀνατυποῦν. ἄλλως τε καὶ τὸ αἴτιον οἷς μὲν τηλαυγέστερον καὶ ἀριδηλότερον ὡς ἂν ἐν ἡλίῳ καθαρῷ, οἷς δὲ ἀμυδρότερον ὡς ἂν ἐν σκιᾷ τὰ οἰκεῖα εἴωθεν ἐπιδείκνυσθαι.
De Plantatione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.