καὶ ἱλασάμενοι τὸ θεῖον, σώματα καὶ ψυχὰς καθηράμενοι, τὰ μὲν λουτροῖς, τὰ δὲ νόμων καὶ παιδείας ὀρθῆς ῥεύμασι, φαιδροὶ καὶ γεγηθότες πρὸς ἀνειμένην δίαιταν ἐτρέποντο, μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διατελοῦντες, ἵνα καὶ τῶν θυσιῶν μεμνημένοι
καὶ τὸν τόπον αἰδούμενοι ἱεροπρεπεστάτην ὡς ἀληθῶς ἄγωσιν εὐωχίαν, μήτε λόγῳ μήτε ἔργῳ διαμαρτάνοντες.
De Plantatione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.